Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.180 Joseph. AJ 7.185 (English) >>Joseph. AJ 7.189

7.183ἠξίου τε τῶν συγγενῶν ἐπὶ τὸν ἀνῃρηκότα ὡρμηκότων καὶ ζητούντων αὐτὸν ἀνελεῖν, χαρίσασθαι τὴν σωτηρίαν αὐτῇ τοῦ παιδὸς καὶ μὴ τὰς ἐπιλοίπους τῆς γηρωκομίας ἐλπίδας προσαφαιρεθῆναι· τοῦτο δʼ αὐτῇ κωλύσαντα τοὺς βουλομένους ἀποκτεῖναι τὸν υἱὸν αὐτῆς παρέξειν· οὐ γὰρ ἐφέξειν ἐκείνους ἄλλῳ τινὶ τῆς σπουδῆς τῷ παρʼ αὐτοῦ φόβῳ. 7.184τοῦ δὲ συγκαταινέσαντος οἷς τὸ γύναιον ἱκέτευσεν, ὑπολαβὸν πάλιν πρὸς τὸν βασιλέαχάρις μέν, εἶπεν, ἤδη σου τῇ χρηστότητι κατοικτείραντός μου τὸ γῆρας καὶ τὴν παρὰ μικρὸν ἀπαιδίαν, ἀλλʼ ἵνα βέβαια τὰ παρὰ τῆς σῆς μοι φιλανθρωπίας, τῷ σαυτοῦ παιδὶ πρῶτον καταλλάγηθι καὶ τὴν πρὸς αὐτὸν ὀργὴν ἄφες· 7.185πῶς γὰρ ἂν πεισθείην ἐμοί σε ταύτην ἀληθῶς δεδωκέναι τὴν χάριν αὐτοῦ σοῦ μέχρι νῦν ἐφʼ ὁμοίοις ἀπεχθανομένου τῷ παιδί; τελέως δʼ ἀνόητον εἶναι προσθεῖναι τῷ παρὰ γνώμην ἀποθανόντι υἱῷ ἄλλον ἑκουσίως.” 7.186 συνίησι δὲ βασιλεὺς ὑπόβλητον οὖσαν τὴν σκῆψιν ἐξ Ἰωάβου καὶ τῆς τούτου σπουδῆς· καὶ ἐπειδὴ παρὰ τῆς πρεσβύτιδος πυθόμενος οὕτως ἔχον τἀληθὲς ἔμαθε, προσκαλεσάμενος τὸν Ἰώαβον ἐπιτυχεῖν τε τοῦ προκειμένου κατὰ νοῦν ἔφασκε καὶ τὸν Ἀψάλωμον ἄγειν ἐκέλευεν· οὐ γὰρ ἔτι χαλεπῶς ἔχειν πρὸς αὐτόν, ἀλλʼ ἤδη τὴν ὀργὴν καὶ τὸν θυμὸν ἀφεικέναι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.180 Joseph. AJ 7.185 (English) >>Joseph. AJ 7.189

Powered by PhiloLogic